Ancient Greek
3.5 to 3.7
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 3.5-7
Not analysed yet
ἐν τούτῳ μεταβολή τις τῶν κρατούντων, αὐτοῦ δὴ τοῦ πάντων ἀνωτάτω καὶ τοῦ μετ’ αὐτὸν δευτέρου, ἐπὶ τὸ ἰδιωτικὸν σχῆμα γίνεται, νοσεῖν τε αὐτοῖς ἄρχεται τὰ κοινά. μικρὸν δ’ ὕστερον διαστάσης εἰς ἑαυτὴν τῆς Ῥωμαίων ἀρχῆς πόλεμος ἄσπονδος εἰς αὐτοὺς ἐπεγείρεται, οὐ πρότερόν τε τὰ τῆς διαστάσεως καὶ τῶν ἐπὶ ταύτῃ θορύβων κατάστασιν εἴληφεν ἢ τὴν καθ’ ἡμᾶς εἰρήνην καθ’ ὅλης πρυτανευθῆναι τῆς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οἰκουμένης. ἅμα τε γὰρ αὕτη τοῖς πᾶσι δίκην φωτὸς ὡσὰν ἐκ ζοφερᾶς καὶ σκοτεινοτάτης νυκτὸς ἀνατέταλκε, καὶ αὖ πάλιν τὰ κοινὰ τῆς Ῥωμαίων ἡγεμονίας αὖθις εὐσταθῆ καὶ φίλια καὶ εἰρηναῖα ἦν, τὴν ἐκ προγόνων εἰς ἀλλήλους εὔνοιαν ἀπολαμβάνοντα. ἀλλὰ τούτων μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐντελέστερον ἀποδώσομεν τὸν λόγον. νυνὶ δὲ ἐπὶ τὴν τῶν ἐξῆς ἀπίωμεν ἀκολουθίαν.