Ancient Greek
Chapter 8
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 8.8
Not analysed yet
ἐφ’ ᾧ θηρὸς ἀγρίου δίκην ὁ δικαστὴς ὀξυνθεὶς τὸν θυμὸν, τοσαύτας μὲν αὐτῇ πρότερον αἰκίας κατὰ τῶν πλευρῶν ἐπιτίθησιν, ὅσας οὐδενὶ τῶν πώποτε, μονονουχὶ καὶ ὠμῶν τῶν σαρκῶν αὐτῆς ἐμφορηθῆναι γλιχόμενος. · ὡς δὲ κόρον αὐτῶ ἤδη τὰ τῆς μανίας ἐλάμβανεν, ἄμφω ζεύξας, αὐτήν τε ταύτην ἅμα τῇ πρὸς αὐτῆς ἀδελφῇ προσαγορευθείσῃ, τὸν διὰ πυρὸς αὐτῶν καταψηφίζεται θάνατον. τούτων ἡ μὲν προτέρα τῆς Γαζαίων χώρας ἐλέγετο, τὴν δ’ ἑτέραν ἰστέον ἀπὸ τῆς Καισαρέων ὡρμῆσθαι, τὴν πολλοῖς γνώριμον Οὐαλεντῖναν τοὔνομα.