Ancient Greek
9.4 to 9.6
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 9.4-6
Not analysed yet
ὁμόσε δὴ οὖν τρεῖς συνταξάμενοι τῶν πιστῶν ἐπιπηδῶσιν εἰδώλοις θύοντι τῷ ἄρχοντι, παύσασθαι τῆς πλάνης ἐμβοώμενοι· μὴ γὰρ δὴ ἄλλον ὑπάρχειν πλὴν τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεόν. ἀνερωτώμενοι δῆτα τίνες εἶεν Χριστιανοὺς σφᾶς θαρσαλέως ὡμολόγουν. ἐφ’ οἶς ὀξύτερον παρακινηθεὶς ὁ Φιρμιλλιανὸς, μηδὲ βασάνοις αὐτοὺς αἰκισάμενος κεφαλικῇ παραδίδωσι κολάσει. τούτων ὁ μὲν πρεσβύτερος ἦν, Ἀντωνῖνος ὄνομα, ὁ δὲ Ζεβινᾶς ἐκαλεῖτο, τῆς Ἐλευθεροπολιτῶν ὁρμώμενος, Γερμανὸς δὲ καὶ τῷ τρίτῳ ἦν ἡ προσηγορία. Δίου μηνὸς τρισκαιδεκάτῃ, Εἰδοῖς Νοεμβρίαις καὶ τὰ κατὰ τούτους ἐπράχθη. γίνεται δ’ οὖν αὐτοῖς συναπόδημος ἐπ’ αὐτῆς ἡμέρας Ἐνναθὰς τῶν ἀπὸ Σκυθοπόλεώς τις γυνὴ, στέμματι καὶ αὐτὴ κεκοσμημένη, οὐ ταὐτὸν μὲν αὐτοῖς διαπραξαμένη, ἑλχθεῖσα δὲ βίᾳ καὶ προσαχθεῖσα τῷ δικαστῇ.