Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 11.13
Not analysed yet
πολύς τε ἦν ἐπικείμενος ταῖς βασάνοις καὶ ἀνερευνῶν τὴν δηλωθεῖσαν πόλιν τήν τε κατὰ ἀνατολὰς ἐξετάζων χώραν. ὡς δὲ καὶ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας ἀπαράλλακτον τῶν πρότερον αὐτῷ ῥηθέντων ἑώρα, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. καὶ τὰ μὲν κατὰ τοῦτον τοιαύτην εἴληφε δραματουργίαν· καὶ τοὺς λοιποὺς δὲ τῶν Αἰγυπτίων τοῖς παραπλησίοις διαγυμνάσας παλαίσμασι, τὸν ὅμοιον ἀπαλλάττει τρόπον.