Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 11.19
Not analysed yet
ἦν δὲ ἄρα τὸν Πορφύριον θεωρεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος κεκονιμένον τὸ σῶμα, φαιδρὸν δὲ τὴν ὄψιν θαρσαλέῳ τε φρονήματι καὶ γαύρῳ τὴν ἐπὶ τὸν θάνατον βαδίζοντα, θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων. καὶ δὴ φιλοσόφῳ σχήματι τῷ περὶ αὐτὸν ἀναβολαίῳ τρόπον ἐξωμίδος ἠμφιεσμένος, ἄνω βλέπων καὶ πάντα τὸν θνητὸν καὶ ἀνθρώπινον ὑπερφρονῶν βίον ἀτρεμεῖ τῇ ψυχῇ πρόσεισι τῇ πυρᾷ. ἤδη δὲ αὐτῷ τῆς φλογὸς πελαζούσης ὡς ἂν μηδενὸς αὐτῷ παρόντος λυπηροῦ, ἀταράχῳ καὶ νήφοντι λογισμῷ περὶ τῶν οἰκείων τοῖς γνωρίμοις ὁ ἥρως διετάττετο εἰς ἔτι τότε τὸ πρόσωπον φαιδρὸν καὶ ἀπαράλλακτον διαφυλάττων. ὡς δὲ τοῖς γνωρίμοις αὐτάρκως συνετάξατο, πρὸς τὸν θεὸν ἤδη λοιπὸν ἠπείγετο· τῆς γέ τοι πυρᾶς ἐξ ἀποστήματος κύκλῳ περὶ αὐτὸν ἁφθείσης, ἐνθένδε κἀκεῖθεν ὑφήρπαζε τῷ στόματι τὴν φλόγα, ἐπισπέρχων αὐτὸς ἑαυτὸν ἐπὶ τὴν προκειμένην πορείαν· καὶ τοῦτο ἔπραττεν οὐδὲ ἕτερον ἢ Ἰησοῦν ἀνακαλούμενος.