Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 11.2
Not analysed yet
κατὰ μέρος δὲ ἕκαστον ἐπεξιὼν εἰκότως ἂν τοῦ χοροῦ τὸν πρωτοστάτην μακαρίσειεν. Πάμφιλος οὗτος ἦν, ὁ θεοφιλὴς ὄντως ἀνὴρ καὶ πάντων ὡς ἀληθῶς φίλος τε καὶ προσήγορος, ἐπαληθεύων τὴν ἐπωνυμίαν, τῆς Καισαρέων ἐκκλησίας ὁ κόσμος, ἐπεὶ καὶ τὴν τῶν πρεσβυτέρων καθέδραν πρεσβύτερος ὢν ἐδόξαζε, κοσμῶν ὁμοῦ καὶ κοσμούμενος τῇ ἐνταῦθα λειτουργίᾳ. κἀν τοῖς ἄλλοις δὲ θεῖος ἦν ὄντως καὶ θείας μετέχων ἐμπνεύσεως, ἐπεὶ καὶ παρ' ὅλον αὐτοῦ τὸν βίον ἀρετῇ πάσῃ διαπρέψας ἔτυχε, μακρὰ μὲν χαίρειν εἰπὼν τρυφῇ καὶ πλούτου περιουσίᾳ, ὅλον δὲ ἑαυτὸν ἀναθεὶς τῷ τοῦ θεοῦ λόγῳ. ἀποδόμενος γέ τοι τὰ εἰς αὐτὸν ἐκ προγόνων ἥκοντα γυμνοῖς, πηροῖς καὶ πένησιν τὰ πάντα διένειμεν, αὐτὸς δὲ ἐν ἀκτήμονι διῆγε βίῳ, δι' ἀσκήσεως καρτερικωτάτης τὴν ἔνθεον μετιὼν φιλοσοφίαν. ὡρμᾶτο μὲν οὖν ἐκ τῆς Βηρυτίων πόλεως, ἔνθα τὴν πρώτην ἡλικίαν τοῖς αὐτόθι τέθραπτο παιδευτηρίοις· ἐπεὶ δὲ τὰ τῆς φρονήσεως εἰς τελείους ἄνδρας αὐτῷ προῄει, μετέβαινεν ἀπὸ τῶνδε ἐπὶ τὴν τῶν ἱερῶν λόγων ἐπιστήμην, ἀνελάμβανεν δὲ ἐνθέου καὶ προφητικοῦ βίου τρόπον καὶ θεοῦ μάρτυρα ἀληθῆ αὐτὸς ἑαυτὸν καὶ πρὸ τῆς ὑστάτης τελευτῆς τοῦ βίου παρίστη.