Ancient Greek
11.26 to 11.27
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 11.26-27
Not analysed yet
ἔτι δὲ τοῦτο πράττοντα συλλαβόντες οἱ τῶν φόνων διάκονοι προσάγουσι τῷ ἄρχοντι· ὃ δὲ ἀκόλουθα τῇ προαιρέσει τελῶν, μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος μεγάλῃ τε τῇ φωνῇ τῷ τηλικούτων αὐτὸν ἀγαθῶν ἀξιώσαντι θεῷ χάριτας ὁμολογῶν, μαρτύρων ἐν χοροῖς ἀνελαμβάνετο. ἦν δὲ καὶ οὗτος τὸ μὲν γένος τῶν Καππαδοκῶν, τὸν δὲ τρόπον πλήρης μὲν εὐλαβείας, πλήρης δὲ πίστεως, πρᾶος ἀνὴρ καὶ ἐπιεικὴς τά τε ἄλλα σπουδαῖος καὶ πνέων εὐωδίας ἁγίου πνεύματος· τοσοῦτον συνοδίας στῖφος σὺν τῷ μακαρίῳ Παμφίλῳ τῆς τοῦ μαρτυρίου τελειώσεως ἠξιώθη.