Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 11.6
Not analysed yet
τούτοις ἐπὶ τῆς εἱρκτῆς δυεῖν ἐτῶν χρόνον κατατριβομένοις ὑπόθεσις τοῦ μαρτυρίου ἐγένετο Αἰγυπτίων ἄφιξις τῶν καὶ σὺν αὐτοῖς τελειωθέντων· τοὺς κατὰ Κιλικίαν οὗτοι καταπονουμένους ἐν τοῖς μετάλλοις μέχρι τῶν τόπων καταστήσαντες, ἐπὶ τὴν οἰκείαν ἐπαλινόστουν. καὶ δὴ πρὸς ταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες τε εἶεν καὶ πόθεν ἀφικόμενοι, πρὸς τῶν φυλάκων ἐρωτηθέντες καὶ μηδὲν τἀληθοῦς ἀποκρύψαντες, Χριστιανοὺς δὲ φάντες ἑαυτούς, κακούργων τρόπῳ ἐπ' αὐτοφώρῳ ληφθέντων συνελαμβάνοντο· πέντε δὲ ἦσαν τὸν ἀριθμόν·