# De martyribus Palaestinae (recensio prolixior) 4.15

Eusebius, De martyribus Palaestinae (recensio prolixior), Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-martyribus-palaestinae-recensio-prolixior/4.15

ὡς γὰρ κατὰ τὸν τοῦ πελάγους βυθὸν ἔρριπτον τὸν τοῦ θεοῦ ἄνθρωπον, λίθοις τοὺς πόδας καταδήσαντες, κλόνος οὐχ ὁ τυχὼν σεισμός τε παραχρῆμα καὶ βρασμὸς αὐτήν τε τὴν θάλατταν καὶ τὸ περιέχον ἅπαν διέχει κίνησίς τε μεγίστη τὴν πόλιν ἅπασαν ἐκίνει· ἅμα δὲ τῷ παραδόξῳ τοῦ θείου μάρτυρος τὸ νεκρὸν σῶμα, ὡς οὐ φέρειν αὐτὸ δυναμένη, πρὸ τῶν τῆς πόλεως ἐκβράττει πυλῶν ἡ θάλαττα. προύκειτο δὴ θέαμα πονηρὸν πρὸς αὐτοῖς τοῖς προπύλοις τῆς πόλεως ὁ νεκρός, καὶ πολὺς ἦν διαχῶν τὸ πᾶν ἐπῃωρημένος ἐκ θεοῦ σεισμός, δεινὴν τοῖς πᾶσιν ἀπειλῶν ὀργήν. ὡς δὲ ἀπηγγέλη τὸ γεγονὸς τοῖς τὴν πόλιν οἰκοῦσιν, δρομάδην ὁμοῦ πάντες πρὸ τῶν πυλῶν ἐπὶ τὴν ἱστορίαν ἐχώρουν, παῖδες, ἄνδρες, πρεσβύται θηλειῶν τε ὁμοίως πᾶσα ἡλικία μέχρι καὶ τῶν ἀφανῶν καὶ τῶν θαλαμευομένων εἰς ἔτι τε παρθενευομένων, πάντες τε καὶ πᾶσαι τὸν ἕνα καὶ μόνον θεὸν τῶν Χριστιανῶν ὡμολόγουν. τοιούτου μὲν δὴ τέλους τὸ κατὰ τὸν θαυμάσιον Ἀπφιανὸν ἔτυχε δρᾶμα· Ξανθικοῦ μηνὸς <δευτέρᾳ> πρὸ δ' Νωνῶν Ἀπριλλίων ἡ τοῦδε μνήμη τελεῖται·

---

Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg004.local001/.
