Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 4.9
Not analysed yet
ἦν δὲ ἄρα ὁ θεὸς αὐτὸς ὁ τῶν ἀσεβῶν τὸν ἔλεγχον διὰ τοῦ μειρακίου ποιούμενος, ἐπὶ τοῦτό τε αὐτὸν προήγαγεν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις, μόνον οὐχὶ διὰ τοῦ πραττομένου βοῶσα ὅτι τοσοῦτον ἀποδέουσιν οἱ αὐτοῦ στρατιῶται, οἵ γε ὄντως τοιοῦτοι, ταῖς τῶν ἀθέων γνώμαις <πείθεσθαι>, ὡς μὴ μόνον τῶν ἀπειλουμένων καὶ παντὸς θανάτου καταφρονεῖν, ἀλλὰ καὶ τοσοῦτον ἀποδεῖν τῆς ἐπὶ τὰ χείρω προτροπῆς, ὡς εὐγενεῖ φρονήματι καὶ ἀτρόμῳ γλώττῃ πρὸς ἅπαντας ἐλευθεροστομεῖν καὶ ἤδη καὶ αὐτούς, ὅλως εἰ δυνατὸν εἴη, πείθειν βούλεσθαι τοὺς ἐλαύνοντας μεταθέσθαι μὲν τῆς ἀγνοίας, τὸν δὲ σωτῆρα τῶν ὅλων καὶ μόνον ἀληθινὸν θεὸν ἐπιγινώσκειν.