Ancient Greek
Chapter 5
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 5.2
Not analysed yet
ἀδελφὰ δ' αὐτῷ μικρὸν τῷ χρόνῳ ὕστερον <ὁ> ὁμοπάτριος ἀδελφὸς ἔπασχεν τοὔνομα Αἰδέσιος. οὗτος μὲν δὴ καὶ πρὸ τῆς τοῦ ἀδελφοῦ κατὰ θεὸν ὁρμῆς φθάνει φιλοσοφίᾳ ἑαυτὸν ἐπιδιδούς. καὶ γὰρ λόγων μετεῖχεν παντοίων καὶ παιδείας οὐ τῆς Ἑλλήνων μόνον, ἀλλὰ δὴ καὶ τῆς Ῥωμαίων ἧπτο, τῆς τε Παμφίλου διατριβῆς πλείονι χρόνῳ μετέσχηκεν. καὶ δὴ οὗτος μετὰ πλείστας ὁμολογίας πολυχρονίους τε δεσμωτηρίων κακώσεις πρῶτα μὲν τοῖς κατὰ Παλαιστίνην παραδίδοται χαλκοῦ μετάλλοις·