# De solemnitate paschali 12

Eusebius, De solemnitate paschali, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-solemnitate-paschali/12

Ἰουδαίους γε μὲν ἐξ ἀρχῆς ἀπεσφάλθαι τῆς ἀληθείας φημὶ, ἐξ οὗπερ αὐτῇ τῇ ἀληθείᾳ ἐπιβεβουλεύκασι, τὸν Λόγον τῆς ζωῆς ἐξ ἑαυτῶν ἀπελαύνοντες. Καὶ τοῦτο σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων παρίστησι γραφή. Τῷ μὲν γὰρ Κυρίῳ ἐπιμαρτυρεῖ τὸ Πάσχα βεβρωκέναι τῇ πρώτῃ τῶν ἀζύμων· μηδ', ὥς φησιν ὁ Λουκᾶς, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα ἡμέρᾳ τὸ σύνηθες αὐτοῖς βεβρώκασι Πάσχα, ἀλλὰ τῇ μετ' ἐκείνην ἑξῆς, ἥτις ἦν τῶν μὲν Ἀζύμων δευτέρα, σελήνης δὲ πεντεκαιδεκάτη, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν κρινομένου ὑπὸ Πιλάτου, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον. Οὐκ ἄρα τῇ πρώτῃ τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι, βεβρώκασιν αὐτὸ κατὰ τὸν νόμον· ἦ γὰρ ἂν μετὰ τοῦ Σωτῆρος καὶ αὐτοὶ τὸ Πάσχα πεποιήκεσαν· ἀλλ' ἐξ ἐκείνου ἅμα τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῇ, πρὸς τῆς αὐτῶν τυφλωθέντες κακίας, καὶ πάσης ἀληθείας ἐσφάλησαν. Ἡμεῖς δὲ τὰ αὐτὰ μυστήρια δι' ὅλου τοῦ ἔτους ἄγομεν, ἐν παντὶ μὲν προσαββάτῳ τοῦ σωτηρίου πάθους τὴν ἀνάμνησιν ποιούμενοι διὰ νηστείας, ἣν ἐνήστευσαν, ἀρθέντος ἀπ' αὐτῶν τοῦ Νυμφίου, τότε πρῶτον οἱ ἀπόστολοι· διὰ πάσης δὲ Κυριακῆς ἡμέρας τῷ ἡγιασμένῳ σώματι τοῦ αὐτοῦ σωτηρίου Πάσχα ζωοποιούμενοι, καὶ τῷ τιμίῳ αἵματι αὐτοῦ τὰς ψυχὰς κατασφραγιζόμενοι.

---

Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg039.local001/.
