# De solemnitate paschali 3

Eusebius, De solemnitate paschali, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-solemnitate-paschali/3

Οὗτος ὁ τῆς ἑορτῆς καιρὸς, Αἰγυπτίοις μὲν ὄλεθρον τοῖς δαιμόνων φίλοις, Ἑβραίοις δὲ ἑορτάζουσι τῷ Θεῷ, κακῶν ἐλευθερίαν προὐξένει· οὗτος ἦν αὐτὸς ἐκεῖνος, ὁ δὴ καὶ ἐπὶ τῆς πρώτης τοῦ παντὸς κοσμογονίας τετηρημένος, καθ' ὃν ἡ γῆ ἐβλάστησε, καθ' ὃν οἱ φωστῆρες ἐγένοντο, καθ' ὃν οὐρανὸς καὶ γῆ παρήχθησαν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ τοῦτον καὶ ὁ Σωτὴρ τοῦ σύμπαντος κόσμου τὸ τῆς οἰκείας ἑορτῆς ἐξετέλεσε μυστήριον, καὶ τὴν οἰκουμένην ὁ μέγας φωστὴρ, εὐσεβείας αὐγαῖς κατελάμπρυνε καὶ δὴ γενέθλιον κόσμου ὁ καιρὸς περιέχειν ἔοικε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ τύπος ἐτελεῖτο, τὸ παλαιὸν Πάσχα, ὃ καὶ διαβατήριον εἴρηται· ἀλλὰ καὶ προβάτου σφαγῆς σύμβολον ἔφερεν· ἀλλὰ καὶ τροφῆς ἀζύμων ἄρτων ᾐνίττετο εἰκόνα. Ταῦτα δὲ ἐπὶ τὴν σωτήριον ἑορτὴν ἅπαντα συνεπληροῦτο· τό τε γὰρ πρόβατον αὐτὸς ἦν καθ' ὃ περιέκειτο σῶμα. Αὐτὸς καὶ ἥλιος δικαιοσύνης, ἔαρος δῆτα θείου καὶ σωτηρίου τροπῆς ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὸν τῶν ἀνθρώπων βίον διαλαβούσης. Αἰγυπτίων μὲν δαίμοσιν εἰσέτι καὶ νῦν θεήλατοι μάστιγες καταπέμπονται, λαοὶ δὲ πανταχοῦ γῆς οἰκοῦντες τὴν σφῶν ἐλευθερίαν τὴν ἐκ τῆς πολυπλανοῦς ἀθεότητος ἑορτάζουσι. Τῶν λαοπλανῶν δὲ πνευμάτων πεπαυμένων, καὶ χειμῶνος κακῶν, καινῶν καρπῶν εὐφορία διαφόροις χαρίσμασιν ἁγίου Πνεύματος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ στεφανοῖ· καὶ ἁπλῶς πᾶν γένος ἀνθρώπων ἐπὶ τὸ ἡμέτερον μεταβέβληται· χῶραι δὲ πᾶσαι, πρὸς τοῦ γεωργοῦ Λόγου τῆς κατὰ ψυχὴν γεωργίας τυχοῦσαι, τὰ ὡραῖα τῆς ἀρετῆς ἄνθη βεβλαστήκασιν· ἀλλὰ καὶ τῶν τοῦ σκότους κακῶν ἠλευθερωμένοι, φωτὸς ἐν ἡμέρᾳ Θεοῦ γνώσεως κατηξιώθημεν.

---

Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg039.local001/.
