# De solemnitate paschali 4

Eusebius, De solemnitate paschali, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-solemnitate-paschali/4

Τοιαῦτα τὰ καινὰ μαθήματα πάλαι μὲν διὰ συμβόλων ἐπεσκιασμένα, νεωστὶ δὲ εἰς φῶς ἀνακεκαλυμμένα. Καὶ δὴ καὶ ἡμεῖς τὸ κεφάλαιον τῆς ἑορτῆς κύκλων περιόδοις καθ' ἕκαστον ἔτος ἀναζωπυροῦμεν, προέορτα μὲν προπαρασκευῆς ἕνεκα τὴν τεσσαρακονθήμερον ἄσκησιν παραλαμβάνοντες κατὰ τὸν τῶν ἁγίων ζῆλον Μωϋσέως καὶ Ἡλίου, τὴν δὲ ἑορτὴν αὐτὴν εἰς ἄληστον αἰῶνα ἀνανεούμενοι. Τὴν γοῦν πρὸς τὸν Θεὸν πορείαν στελλόμενοι, τὰς μὲν ὀσφῦς εὖ μάλα δεσμῷ σωφροσύνης περιδούμεθα, τὰ δὲ τῆς ψυχῆς βαδίσματα ἐν ἀσφαλείᾳ φυλάττοντες, ὥσπερ ἐν ὑποδήμασι δὴ τὸν δρόμον τῆς οὐρανίου κλήσεως παρασκευάζομεν· βακτηρίᾳ δὲ λόγου θείου ἐν εὐχῶν δυνάμει πρὸς ἄμυναν ἐχθρῶν χρώμενοι, σὺν πάσῃ προθυμίᾳ διαβαίνομεν τὴν εἰς οὐρανοὺς φέρουσαν διάβασιν, σπεύδοντες ἀπὸ τῶν τῇδε ἐπὶ τὰ οὐράνια, καὶ ἀπὸ ζωῆς θνητῆς ἐπὶ τὴν ἀθάνατον· οὕτω γὰρ διαδέξεται ἡμᾶς ἐντεῦθεν τὰ διαβατήρια εὖ καὶ καλῶς διαβεβηκότας ἄλλη τις μείζων ἑορτή· Πεντηκοστὴν αὐτὴν ἐπίκλην Ἑβραίων παῖδες ὀνομάζουσιν, εἰκόνα φέρουσαν τῆς τῶν οὐρανῶν βασιλείας. Λέγει γοῦν Μωϋσῆς· Ἀρχομένου σου δρέπανον ἐπ' ἄμητον, ἑπτὰ ἑβδομάδας ἀριθμήσεις σεαυτῷ, καὶ νέους ἄρτους ἐκ νέων ἀμήτων παραθήσεις τῷ Θεῷ. Ἐδήλου δὲ ἄρα προφητικῷ τύπῳ ἄμητον μὲν τῶν ἐθνῶν τὴν κλῆσιν, νέους δὲ ἄρτους τὰς διὰ Χριστοῦ τῷ Θεῷ προσενηνεγμένας ψυχὰς, τάς τε ἐξ ἐθνῶν ἐκκλησίας, ἐφ' αἷς ἑορτὴ μεγίστη τῷ φιλανθρώπῳ Θεῷ συντελεῖται· οἳ ταῖς τῶν ἀποστόλων λογικαῖς δρεπάναις θερισθέντες, καὶ ὥσπερ εἰς ἅλως τὰς ἁπανταχοῦ γῆς Ἐκκλησίας συναχθέντες ὑφ' ἓν, ὁμοφώνῳ τε διαθέσει πίστεως σωματοποιηθέντες, καὶ ἁλσὶ τοῖς ἀπὸ τῶν θείων λόγων μαθήμασιν ἐξαρτυθέντες, δι' ὕδατός τε καὶ πυρὸς ἁγίου Πνεύματος ἀναγεννηθέντες, ἄρτοι τρόφιμοι προσηνεῖς καὶ ἀρεστοὶ τῷ Θεῷ διὰ Χριστοῦ προσφερόμεθα.

---

Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg039.local001/.
