# De solemnitate paschali 6

Eusebius, De solemnitate paschali, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-solemnitate-paschali/6

Πλὴν ὅτι οἱ ἱεροὶ εὐαγγελισταὶ τὸ σωτήριον πάθος κατὰ τὰς ἡμέρας τοῦ Ἰουδαϊκοῦ Πάσχα τῶν ἀζύμων ἱστόρησαν γεγονέναι, οὐδεὶς ἂν ἀμφιβάλοι· τοῦτο γὰρ ἦν τοῦ νόμου τοῦ παρὰ Μωϋσεῖ περὶ τοῦ Πάσχα λεγομένου αἴτιον. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεσθαι παρ' αὐτοῖς Ἰουδαίοις, καὶ τοῦτο πάσχειν ὑπὲρ τῆς κοινῆς πάντων ἀνθρώπων σωτηρίας, οὐκ ἄλλοτε ἢ κατὰ τὸν δηλούμενον καιρὸν, προλαβὼν τὸ μέλλον ὁ Θεὸς διὰ συμβόλων εἰκονικῶς, κατ' αὐτὸν ἐκεῖνον τὸν μέλλοντά ποτε κατὰ χρόνων περιόδους ἐπιστήσεσθαι καιρὸν, ἀμνὸν παρὰ Ἰουδαίοις αἰσθητὸν ἐκέλευε θύεσθαι· καὶ τοῦτο αὐτοῖς κατ' ἐνιαυτὸν ἐτελεῖτο, ἕως ἡ ἀλήθεια ἀποπληρωθεῖσα, τὰς παλαιὰς εἰκόνας περιέγραψεν. Ὅθεν ἐξ ἐκείνου παρὰ μὲν τοῖς ἔθνεσιν ἡ ἀληθὴς τῶν μυστηρίων κεκράτηκεν ἑορτὴ, παρὰ δὲ Ἰουδαίοις οὐκέτι οὐδ' αὐτῶν ἡ μνήμη τῶν συμβόλων φυλάττεται, περιῃρημένου αὐτῶν τοῦ τόπου ἐν ᾧ τὰ τῆς ἑορτῆς τελεῖσθαι νενομοθέτητο. Εἰκότως ἄρα ἡ θεία τῶν Εὐαγγελίων γραφὴ κατὰ τὸν χρόνον τῶν Ἰουδαϊκῶν ἀζύμων πεπονθέναι φησὶ τὸν Σωτῆρα· ἐπειδὴ καὶ τότε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς.

---

Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg039.local001/.
