# De solemnitate paschali 8

Eusebius, De solemnitate paschali, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-solemnitate-paschali/8

Πλὴν τοῦ θεοφιλεστάτου βασιλέως, μέσου τῆς ἁγίας συνόδου προκαθεζομένου, ὡς ἤχθη εἰς μέσον τὸ περὶ τοῦ Πάσχα ζήτημα, ἐλέγετο μὲν ὅσα καὶ ἐλέγετο· ἐπλεονέκτει δὲ τῷ πλήθει τῶν ἐπισκόπων ἡ τριπλασίων μοῖρα τῆς ὅλης οἰκουμένης ἑτέρωθεν ἀντιτείνουσα τοῖς τῆς ἀνατολῆς· ἀρκτῷα γὰρ ὁμοῦ καὶ μεσημβρινὰ, καὶ τὰ κατὰ δύοντα ἥλιον ἔθνη, τῇ συμφωνίᾳ φραξάμενα, τὴν ἐναντίαν ἀνθεῖλκε τοῖς τῆς ἑῴας τὴν παλαιὰν διεκδικοῦσι συνήθειαν. Τέλος δὲ λόγου εἶξαν οἱ ἀνατολικοί· καὶ οὕτω μία Χριστοῦ γέγονεν ἑορτή· καὶ οὕτω τῶν μὲν κυριοκτόνων ἀπέστησαν, τοῖς δὲ ὁμοδόξοις συνήφθησαν· ἡ φύσις γὰρ ἕλκει τὰ ὅμοια πρὸς τὰ ὅμοια. Εἰ δέ τις εἴποι, ὡς ἄρα γέγραπται· Τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων προσελθόντες οἱ μαθηταὶ εἶπον τῷ Σωτῆρι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ πρὸς τὸν δεῖνα ἀπέστειλε, παραγγείλας εἰπεῖν· Πρὸς σὲ ποιῶ τὸ Πάσχα· ἐροῦμεν, ὅτι τοῦτο παράγγελμα οὐκ ἔστιν, ἀλλ' ἱστορία πράγματος συμβεβηκότος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν. Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν διηγεῖσθαι, καὶ ἕτερον τὸ νομοθετεῖν καὶ τοῖς μετὰ ταῦτα παραγγελίας καταλιμπάνειν.

---

Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg039.local001/.
