# De Theophania (Fragmenta) 5

Eusebius, De Theophania (Fragmenta), Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-theophania-fragmenta/5

μεθ’ ὅσης μὲν οὖν ἐξουσίας ἡ τοῦ σωτῆρος προενήνεκται φωνὴ ὅσην τε ἀρετὴν παρέστησεν ὁπόσης τε πεπλήρωτο δυνάμεως ὅσον τε καὶ τὸ φιλάνθρωπον καὶ πρόχειρον εἰς εὐεργεσίαν, ὡς ἐξ ἑτοίμου ἐπαγγείλασθαι τὴν αὐτοῦ παρουσίαν, οἶον δὲ καὶ τὸ θαῦμα τῆς εὐεργεσίας, οὐδ’ ἔστιν ἐπαξίως νοῆσαι. τὸ γὰρ μὴ πλέον φθέγξασθαι τῷ χιλιάρχῳ ἢ »ὡς ἐπίστευσας γενηθήτω σοι« καὶ ἅμα λόγῳ καὶ τὴν ἴασιν τῷ αὐτοῦ παιδὶ παρασχεῖν καὶ ἀπαλλάξαι παραχρῆμα τοῦ νοσεῖν τὸν παρὰ βραχὺ τῷ θανάτῳ κατεσχημένον, πῶς οὐ θεὸν ἀληθῶς διὰ θνητῆς φωνῆς φθεγξάμενον παρίστη; ἀλλ’ εἰ πρὸς τοῦτό τις δυσπίστως ἔχει διὰ τὴν τοῦ θαύματος ὑπερβολήν, ἀλλ’ οὐκ ἐπὶ τῆς προρρήοεως σκήπτοιτο ἂν εὐλόγως, ἐφ’ ᾖ μείζων ὁ τῆς πράξεως ἔλεγχος ἀποδειζθήσεται, εἴ τις ἐν νῷ λάβοι, ὡς τότε μὲν εἶς Ῥωμαῖος ἦν ὁ τῷ σωτῆρι προσεληλυθὼς χιλίαρχος ὁ δὴ μείζονα καὶ εὐγνωμονεστέραν τοῦ Ἰουδαίων ἔθνους ἐνδειξάμενος τὴν εἰς αὐτὸν ὁμολογίαν, ὁ δ’ ἡμέτερος σωτὴρ πολλοὺς ἀνθ’ ἑνὸς ἔσεσθαι τοὺς κατ’ ἐκεῖνον μέλλον- τας αὐτῷ προσιέναι ἐκ τῶν τε πρὸς ἕω καὶ ἀνατολὴν κλιμάτων τῶν τε κατὰ δυόμενον ἥλιον οἰκούντων θεσπίζει, τοὺς διὰ τῆς εἰς αὐτὸν προπάτορσι τε καὶ ὁμολογίας τῆς ἴσης παρὰ θεῷ τιμῆς τοῖς Ἑβραίων προπάτορσι καταξιωθησομένους. ὅτι δὴ κἀκείνων ὁ προπάτωρ αὐ- τὸς δὴ ὁ βοώμενος Ἀβραὰμ ἐκ πατέρων ὁρμώμενος δειοιδαιμὀνων μετεβάλετο τὸν βίον, τῆς μὲν πολυθέου πλάνης ἀναχωρήσας, ἕνα δὲ τὸν ἐπὶ πάντων θεὸν ἐπιγνοὺς, ὁ ὁδὶ αὐτῷ καὶ τοῖς αὐτοῦ παισὶ τῷ Ιόαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίους ἔσεοθαι μυρίους καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἀνθρώπων καὶ τούτων μάλιστα τὰ πρὸς ἕω ἔθνη καὶ τοὺς κατὰ δυόμενον ἥλιον οἰκοῦντας προαγορεύει προστίθησί τε τούτοις καὶ τὸ μέγιοτον τῆς προρρήσεως· αὐτοὶ Ἰουδαῖοι οἱ τῶν θεοφιλῶν ἐκείνων ἀπόγονοι, τὸν Ἀβραὰμ αὐχοῦντες καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, διὰ τὴν εἰς αὐτὸν ἀντιλογίαν τε καὶ ἀπιστίαν, ὡς ἂν τοῦ τῆς γνώσεως φωτὸς ἀπεστερημένοι, ἀπόβλητοι γενήσονται εἰς τὸ σκό- τος τὸ ἐξώτερον, τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν ἐσχάτην ἀμαθίαν τοῦ τε σωτηρίου φωτὸς τὴν στέρησιν ὧδέ πη προαναφωνήσας. ἔνθα δὴ ἐπιστῆσαι τοῖς ἀποτελέσμασι προσήκει τὸν νοῦν ὀφθαλμοῖς τε αὐτοῖς παραλαβεῖν, ὡς Ἰουδαῖοι μὲν οἱ τῶν εἰρημένων θεοφιλῶν ἀνδρών γένος εἶναι σεμνυνόμενοι ἔκβλητοι γεγόνασιν οὐ τῆς τοῦ θεοῦ βασι- λείας μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν ἱερᾶς καὶ βασιλικῆς μητροπόλεως. ἀντὶ δὲ ἑνὸς τοῦ πάλαι τῷ σωτῆρι προσεληλυθότος χιλιάρχου ἄφατος ἀνδρῶν ἀριθμὸς ἐξ ἁπάντων τῶν ἐθνῶν οὐ χιλίαρχοι ἀλλὰ καὶ τὸ τοῦ ‘Ρωμαϊκοῦ στρατοπέδου πλῆθος ὡς καὶ μυρίοι ἄρχοντές τε καὶ ἠγεμόνες οἱ τῶν ἐθνῶν καὶ τῶν χωρῶν κρατοῦντες καὶ ἅλλοι τινὲς τιμῇ καὶ ἀξιώματι τούτων ὑπέρτεροι οἱ ἐν τοῖς βασιλείοις σεμνυνόμενοι ὁμοίως ἐκείνω τώ χιλιάρχῳ τῷ θεοῦ Χριστῷ προσιόντες καὶ διὰ τῆς αὐτοῦ τὸν τῶν παρ’ Ἑβραίοις λαμψάντων θεοφιλῶν ἀνδρών θεόν, τῆς ἴσης αὐτοῖς ἐκείνοις ἠξίωνται παρὰ τῴ παμβασιλεῖ θεῷ ἀμοιβῆς.

---

Eusebius, De Theophania (Fragmenta), ed. Hugo Gressmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg010.local001/.
