Ancient Greek · ~25 min
Fragment 6
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 6.1
Not analysed yet
πολλοῦ γὰρ ὄχλου ἐπικειμένου τῷ Ἰησοῦ ἐνέβη, φησίν, εἰς ἔν τῶν πλοίων, ὃ ἢν Σίμωνος καθίσας δὲ ἐν αὐτοὶ, ἡρμήνευσε τοῖς ὄχλοις. μετὰ δὲ αὐτάρκη διδασκαλίαν ἐπειδὴ ἔδει καὶ θεικὸν ἔργον προστιθέναι τοῖς λόγοις ὠφέλιμον τοῖς ὀρῶσι, παρακελεύεται μὲν τῴ Πέτρῳ χαλάσαι εἰς ἄγραν τὰ δίκτυα, ὁ δὲ εἶπεν αὐτώ· »δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν εὕρομεν. ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα«, καὶ τὰ προστεταγμένα ἐποίει. ὡς δὲ »συνέκλεισαν πλῆθος ἰχθύων πολὺ« καὶ διερρήγνυτο τὰ δίκτυα τώ πλήθει βαρούμενα, προσκαλοῦνται μὲν εἰς βοήθειαν τοὺς ἐν τῷ γειτνιῶντι πλοίῳ, εἶτ’ ἀνελκύσαντες τοὺς ἰχθύας πληροῦσιν ἄμφω τὰ σκάφη, ὡς κινδυνεύειν αὐτὰ βυθισθῆναι, ἐφ’ οἶς ὁ Πέτρος ἀποθαυμάσας ἐξεπλάγη ἀνάξιόν τε ἑαυτὸν τῆς σωτηρίου ἐπιβάσεως ὡμολόγει. ὁ δ’ ὥσπερ ἐπιδείξας αὐτῷ τὴν τοῦ μέλλοντος εἰκόνα διασαφεῖ καὶ τὴν ἑρμηνείαν, καί φησι πρὸς αὐτὸν ὁ Ἰησοῦς· »μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ξωγρῶν«· Γαλιλαίους ἅνδρας δρας οὐδὲν πλέον τῆς Σύρων φωνῆς ἀλλὰ καὶ τὸ ἐπιτήδευμα ταπεινὸν καὶ εὐτελὲς τῆς ἁλιείας μετερχομένους εἰκότως ὁ σωτὴρ ἡμῶν θηρευτὰς ἀνθρώπων καὶ κήρυκας τῆς αὐτοῦ διδασκαλίας ποιήσειν ἐπηγγέλλετο καὶ πεποίηκεν οὐ ψευσάμενος τὴν ὑπόσχεσιν, παριστὰς θεοῦ δύναμιν ἐνεργητικὴν πράγματος πᾶσαν ἀνθρώπων ἀρετὴν καλύπτοντος. εἰ μὲν γὰρ λογίους τινὰς καὶ σοφοὺς ἢ καὶ τῶν παρὰ Ἰουδαίοις ἀνθρώπων ἐνδόξων καὶ πλουσίων προσαγόμενος τούτοις ἐκέχρητο διδασκάλοις τῶν αὐτῦ λόγων, κἂν εἰκὸς ἦν ἀνθρωπινώτερον ἐπινενοῆσθαι τὸ πρᾶγμα. οὕτω γοῦν οἱ πλείους τῶν ἀνθρώπων εἰώθασιν ὑποτάττεσθαι ἢ χρήμασιν ὑπὸ πλουσίων δελεαξάμενοι ἢ λόγων περιβολῇ καὶ φαντασίᾳ σοφίας ἀπατώμενοι ἢ ὑπεροχὰς ἐνδόξων προσώπων καταπληττόμενοι. ὁ δὲ μὴ τοιούτοις χρησάμενος μαθηταῖς, τοὐναντίον δὲ πένησι καὶ ἀδόξοις καὶ τὸν λόγον ἰδιώταις Σύροις τε τὴν φωνὴν καὶ τὸ σχῆμα ταπεινοῖς καὶ εὐτελέσιν, ἔργῳ δῆλος ἦν μόνῃ τῇ θε· ι· κῇ δυνάμει χρώμενος, ἢν ἐνεδείξατο πρῶτα μὲν φωνῇ μιᾷ προσκαλεσάμενος αὐτοὺς καὶ ἀκολούθους αὐτοῦ καταστήσας κἄπειτα ἐπαγγειλάμενος σαγηνευτὰς καὶ κήρυκας ἀνθρώπων ποιήσειν αὐτούς, ἵν ἀνθ’ ὦν εἶχον δικτύων λαβόντες παρ’ αὐτοῦ τὴν ἀπὸ παντοίων λόγων νομικῶν τε καὶ προφητικῶν τῶν τε τῆς ἐνθέου διδασκαλίας αὐτοῦ πλακεῖσαν σαγήνην ἐμβάλωσιν εἰς τὴν τοῦ ἀνθρωπείου βίου θάλατταν καὶ περιβόλωσιν ὅσους ἂν εὕρωσιν, πληροῦντες τὰ ἑαυτῶν λογικὰ δίκτυα παντὸς γένους λογικῶν ἰχθύων. ἀλλὰ ταῦτα μέν, διὰ φωνῆς τότε ἀκουόμενα, ῥήματα καὶ καὶ πλέον ὑπῆρχεν οὐδέν. τῆς ὁ ἐνθέου δυνάμεως τὸ ἔργον οὐκ εἰς μακρὰν παρεστήσατο, αὐτὰ δὴ ταῦτα τὰ διὰ τῶν λόγων προηγορευμένα μένα τοῖς ἔργοις ἐπιτελέσας, ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν ὁμοῦἀνθρώπων οἰκουμένην μυρία πλήθη τῶν σαγηνευθέντων ὑπὸ τῶν πενήτων καὶ ἰδιωτῶν τούτων ἀνδρών κτήσασθαι πληρωθῆναί τε ἐκκλησιῶν πάντα τόπον Ἑλλήνων τε καὶ βαρβάρων διὰ μίαν ἐκείνην ἐπαγγελίαν τῆς θεικῆς φωνῆς δι’ ἧς οὐ διδάξειν τοὺς ἑαυτοῦ μαθητάς, ἀλλ’ αὐτὸς ποιήσειν αὐτοὺς ἁλιέας ἀνθρώπων ἐπηγγείλατο, ὥστ’ οὐ προέγνω μόνον οὐδὲ προέφησε τὸ μέλλον, ἀλλὰ καὶ ποιητὴς τῆς τηλικαύτης γνώσεως ἀποπέφανται, εἶπέ τε τῷ λόγῳ καὶ πεποίηκε τῷ ἔργω, παρέστησέ τε τὸ μέλλον διὰ συμβόλου καὶ εἰκόνος καὶ δι’ αὐτῆς ἐνεργείας ἀπεπλήρωσεν. τοῖς γὰρ πάλαι πρότερον ἐν σκοτίᾳ φωτὸς ἀληθείας καὶ θεοῦ γνώσεως ἐν νυκτὶ καταπονηθεῖσι καὶ μηδένα πρὸς σωτηρίαν θηρεῦσαι δεδυνημένοις ἐπιλάμψας τὸ ἑαυτοῦ φέγγος ἐν ἡμέρᾳ καὶ φωτὶ γενομένοις προστάττει, οὐ τῇ οἰκείᾳ ἐπιστήμῃ, τῆ δὲ αὐτοῦ ῥήματι θαρσοῦντας ἐπιβάλλειν τῷ βυθῷ τὰ δίκτυα, οἱ δὲ τοσαῦτα συνήγαγον ἰχθύων πλήθη, ὡς διαρρήγνυσθαι μὲν τὰ θηρευτικὰ ὄργανα, κινδυνεύειν δὲ εἰς βυθὸν χωρεῖν ἀπὸ τοῦ φόρτου τὰ πλοῖα. ἐπεὶ δὲ ταῦ οὕτως πραττόμενα τὸν Πέτρον εἰς ἔκπληξιν καὶ φόβον οὐ τὸν τυχόντα ἦγεν, ἀλλὰ ταῦτά σε, φησὶ πρὸς αὐτὸν ὁ σωτήρ, μήπω ἐκπληττέτω. παιδιαὶ γὰρ ἔτι ταῦτα καὶ μελλόντων εἰκόνες. οἵδε μὲν γὰρ ἰχθύες ἄναυδοι καὶ ἄλογοι καὶ ταῦτα σκάφη καὶ δίκτυα ἐξ ἀψύχου ὕλης κατεσκευασμένα, ἀλλ’ οὐ τοιαῦτα τούτων τὰ παραδείγματα. μικρὸν γοῦν ὕστερον, μᾶλλον δὲ ἐντεῦθεν ἤδη καὶ »ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν«, τῆς μὲν μοχθηρᾶς|| ταύτης καὶ ἀνωφελοῦς ἀπαλλαγεὶς ἁλιείας, λογικῶν δὲ ζώων ἀντὶ τῶν ἀλόγων θηρευτὴς γινόμενος, κα) οὐκέτι ἐκ βυθῶν θαλάττης, ἐκ δὲ τῆς ἁλμυρὰς τοῦ βίου πικρίας ἐκ σκοτίων τε μυχῶν ἀθεότητος καὶ κακίας εἰς φῶς νοερὸν καὶ καθαρὰν πνοὴν ἀνελκύσεις τοὺς ὑπὸ σοῦ θηρευθησομένους, μᾶλλον δὲ ζωγρήσεις αὐτοὺς διὰ τοῦ ζωὴν αὐτοῖς ἀλλ’ οὐ θάνατον προξενεῖν. οἱ μὲν γὰρ ἐκ πελάγους ἰχθύες ἐν σκότω καὶ βυθῷ πρότερον ζῶντες αὐτίκα φωτὸς καὶ πνοῆς μετασχόντες ἀπόλλυνται, οἱ δὲ ἐξ ἀνθρώπων ὑπὸ σοῦ θηρευθησόμενοι ἐκ σκότους ἀγνοίας μεταβαλόντες ἐπὶ ζωὴν ἔνθεον ἀγρευθήσονται διὸ καὶ »ζωγρῶν ἔσῃ ἀπὸ τοῦ νῦν ἀνθρώπους« φησὶν. ταῦτα θεικῇ δυνάμει προηγόρευσεν ὁ σωτήρ, ταῦτα τοῖς ἔργοις πιστὰ καὶ ἀληθῆ ἐπέδειξεν ὁ αὐτός. ὁ γοῦν ἀμφιβολεὺς ἐκεῖνος, ὁ ἁλιεύς, ὁ Σύρος ἀντὶ τῆς τῶν ἰχθύων θήρας ὅσας ἀνθρώπων ἐσαγή- νεῦσε μυριάδας λόγων ἀπορρήτων δικτύοις θεικῇ δυνάμει πλακεῖσιν, οὐκ ἕστιν ἀριθμῷ περιλαβεῖν δυνατόν. ὄψις δ᾿ ἀδήλων τὰ φαινόμενα. ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ σωτῆρος θεοφανείας οὐκ ἤνεγκεν, ἃ μήτε Μώσης ὁ τῶν Ἑβραίων νομοθέτης μήτε οἱ μετὰ Μωσέα τοῦ θεοῦ προφῆται μήτε μυρίοι ἄλλοι πάλαι τὴν ἕνθεον διδασκαλίαν τοῖς ἀνθρώποις ἀναφωνήσαντες θηρευταὶ πολλὰ καμόντες διὰ πάσης νυκτὸς τῆς πρὸ τῆς ἐπιφανείας αὐτοῦ καταπράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος τὴν φωνήν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου αἱ εἰς δεῦρο διαλάμπουσαι ἐκκλησίαι πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι, οἵα ἡ κατὰ Καισάρειαν τῆς Παλαιστίνης τυγχάνει, οἵα ἡ ἐπὶ Ἀντιοχείας τῆς κατὰ τὴν Συρίαν, οἵα ἡ ἐπ’ αὐ- τῆς τῆς Ῥωμαίων πόλεως. τάσδε γὰρ αὐτὸς ὁ Πέτρος τὰς ἐκκλησίας καὶ τὰς ἀμφ’ αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται, καὶ τὰς ἐπ’ Αἰγύπτου κατ’ αὐτὴν τὴν Ἀλεξάνδρειαν πάλιν αὐτός, οὐ μὴν δι’ αὑ- τοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὑτῷ κατεστήσατο. αὐτὸς μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην ἔθνη ἐσχόλαζεν, τὸν δ’ αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ’ Αἴγυπτον διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν. τὸν δὲ νοῦν ἐπίστησον καὶ τοῖς λοιποῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς, οὓς ἐπαγ- γειλάμενος ποιήσειν ἁλιεῖς ἀνθρώπων, ἔργῳ τὸν λόγον ἔδειξεν. εἰσέτι γοῦν καὶ νῦν ὁ αὐτὸς ἐνεργεῖ καὶ ποιεῖ, πανταχοῦ γῆς παρὼν καὶ πᾶσάν τὴν ἀνθρώπων οἰκουμένην τῶν αὐτοῦ λογικῶν δικτύων πληρῶν, ἐκ παντὸς γένους λογικῶν ἰχθύων βαρβάρων τε καὶ Ἑλλήνων, ἀνασπών ἐκ τοῦ τῆς κακίας βυθοῦ καὶ τοῦ τῆς ἀθεότητος τὰς τῶν ἀνθρώπων ψυχάς, ἀνέλκων τε αὐτὰς ἐφ’ ἑκάστης ἡμέρας ἐφ’ ἑκάστης ὥρας ἐπὶ τὸ φῶς τῆς ὑπ’ αὐτοῦ παραδοθείσης ἐνθέου γνώσεως . . . . . .