Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.Ἀπὸ Ψαλμοῦ ιζ΄.
Not analysed yet
Θεοῦ εἰς ἀνθρώπους ἀφίξεως δήλωσις καὶ ἐπὶ ταύτῃ κλῆσις ἐθνῶν. ‟Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.”