Ancient Greek · ~4 min
1.14 to 1.17
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.14-17
Not analysed yet
ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δὲ ἀσωμάτου καὶ ἀΰλου φύσεως ἀλλότρια. Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα Πάλιντὸ “τὴν γενεσιν αὐτοῦ τίς διηγήσεται; ἀνφθέγξαιτο ἄν. ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον, καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γεννητὸν Τὸν υἱὸν τοῖς λοιποῖς γεννητοῖς ὁμοίως ἀποφήνασθαι. ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοὺ δημιουργία. ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ Μὲν πρωτότοκον πάσης κτίσεως τὸν υἱὸν ἀναγορεύει ἐξ αὐτοῦ πρωσώπου, τὸ “κὐριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοὺ” φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ παρτὸς εἶναι λέγει κατὰ τὸ “πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,” Ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἄν ἔχοι, καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι λόγον ὄντα θεοῦ δημιουγικὸν καὶ τὸ πατρὶ συνεῖναι, μονγενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεφγὸν τῷ πατὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγεννημένον ὁμολογεῖν.