# Demonstratio Evangelica 1.2

Eusebius, Demonstratio Evangelica, ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/1.2

Χριστὸν ὀνομαστὶ καὶ θεοῦ λόγον ^ αὐτόν τε θεὸν καὶ κύριον, καί τινα μεγάλης βουλῆς ἄγγελον ἐπιδη- μήσειν ποτὲ εἰς ἀνθρώπους ἔφασαν, πάντων τε τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν Ἑλληνικῶν τε καὶ βαρβάρων διδάσκαλον ἀληθοῦς θεογνωσίας καὶ τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν θεὸν εὐσεβείας κατα- στήσεσθαι, fi τὸ εὐαγγελικὸν περιέχει κήρυγμα· καὶ τοῦτον αὐτὸν παιδίον ἔσεσθαι, καὶ υἱὸν ἀνθρώπου κληθήσεσθαι, γένος τε ὅθεν κατάξει, καί τινα ξένον ἐκ παρθένου τρόπον αὐτοῦ τῆς ἀποτέξεως, καὶ τό γε παραδοξότατον, ὅτι μὴ πᾶσι τοῖς ἐκ περάτων γῆς εἰσέτι σήμερον ἐπὶ θέαν σπεύδουσι βοώμενον τῆς ἐν Βηθλεὲμ γενέσεως αὐτοῦ χωρίον σιωπῇ δόντες πα- ρῆλθον, ἀλλὰ καὶ τοῦτο λευκοῖς ὀνόμασιν ἐξεβόησαν, ὥσπερ οὖν καὶ τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ, καθ’ οὓς ἀκριβῶς οὗτος ἐπεδήμει τῷ βίῳ, ὥσπερ φθάσαντες οἱ αὐτοὶ διὰ τῶν πραγμάτων ἐθέσπισαν.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
