Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.24
Not analysed yet
ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθὸν, ἀγαθοῦ γεννητικὸν, δευτερεύοντος δὲ, καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ ῾ἀτμίς ἐστι τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς, καὶ ἀπαύγασμα φωτὸς ἀι· δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.”