Ancient Greek · ~3 min
1.26 to 1.27
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.26-2-27
Not analysed yet
ᾧ καὶ ἐπιλέγει ‟καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ.” ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσι πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσι τῆς Σοφίας ἀκουστέον λεγούσης ‟πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” ἔτι δέ φησι συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· ‟ἡνίκα γοῦν ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.” καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει ‟ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ἑ προσέχαιρε, καθ’ ἡμέραν δὲ προσώπῳ αὐτοῦ προσέχαιρον.”