Ancient Greek · ~1 min
1.3 to 1.4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.3-6-4
Not analysed yet
τὸ δὲ σκότος τεθεῖσθαι τὴν ἀποκρυφὴν αὐτοῦ καὶ γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ λέγεσθαι παραστατικὸν ἂν εἴη τῆς κρυφίου καὶ ἀπορρήτου οἰκονομίας, καθ’ ἣν ταῦτα πάντα αὐτῷ ἐτελεῖτο. κύκλῳ δὲ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ τίνα λέγεσθαι προσήκει νοεῖν ἢ τὴν ἁγίαν αὐτοῦ καὶ καθολικὴν ἐκκλησίαν, εἴτε τὴν ἐπὶ τῆς γῆς εἴτε τὴν ἐν οὐρανοῖς ; Ψαλμοῦ μς΄.