Ancient Greek · ~7 min
1.6 to 1.16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.6-2-16
Not analysed yet
ὅτι δ’ οὐχ οἷόν τε ἦν κατὰ τὴν Μώσεως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον. β. Ἀπὸ τῆς αὐτῆς. Ὁ δὲ κύριος τῷ Ἰσαὰμ χρηματίζων μεθ’ ἕτερα καὶ ταῦτά φησιν “καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.” γ’. Ἀπὸ τῆς αὐτῆς. Εἶπεν δὲ αὐτῷ ὁ θεὸς, δῆλον δὲ ὅτι τῷ Ἰακὼβ, “ἐγὼ κύριος ὁ θεὸς, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἒσονται.” δ’ ᾿Απὸ τοῦ Δευτερονμίου. ε΄ . ᾿Απὸ τοῦ ψαλμοῦ “Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.” καὶ ἑξῆς ἐπιλέγει. “ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.” σαφῆ ταῦτα, οὐδ’ ἑρμηνείας δεόμενα. ς΄. ᾿Απὸ τοῦ ψαλμοῦ Εὐσεβείας ὁμοῦ καὶ σωφροσύνης ἀπαγγελία τοῖς ἔθνεσι, καὶ θεοῦ βασιλεία ἐπὶ τὰ ἔθνη. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλά- ξατε τῷ θεῶ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὐψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.’ καὶ ἑξῆς ἐπιλέγει “ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ ᾿Αβραάμ. ”καὶ ταῦτα σαφῆ καὶ οὐδ’ ἑρμηνείας δεόμενα. ζ΄. ψαλμοῦ πέ. Δήλωσις εὐσεβείας τῶν ἐθνῶν.