Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.17
Not analysed yet
Τὰ ὅμοια τούτοις καὶ Ἱερεμίας ἕτερος Ἑβραίων προφήτης ἐπὶ προσώπου τοῦ Χριστοῦ ἐπιφωνεῖ, λέγων “ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.” Ἐπισφραγίζεται τὰς τούτων προρρήσεις Ἰωάννης ὁ βαπτιστὴς ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἰδὼν γὰρ αὐτὸν, καὶ τοῖς παροῦσιν ἐπιδείξας ὡς ἄρα αὐτὸς εἴη ὁ προφητευόμενος, ἐπεφώνησεν ‘‘ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ”