Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.17-2
Not analysed yet
καὶ ὅτε μὲν ἀγγέλοις ταξιαρχῶν ἐπιστατεῖ, μεγάλης βουλῆς ἄγγελος ἀναγορεύεται, καὶ τῶν κατ οὐρανὸν στρατιῶν ἡγούμενος ἀρχιστράτηγος δυνάμεως κυρίου εἶναι. ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε ἡμῶν τε αὐτῶν τῆς λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος καὶ φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικε νηπίων ἄρχειν καὶ οἱονεὶ βοσκημάτων, ποιμὴν ὠνόμασται προβάτων, καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο.