Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.19
Not analysed yet
εἰκότως δὲ καὶ αὐτῶν Ἰουδαίων οἶ εἰς τὸν Χριστὸν τοῦ θεοῦ καταπεφευγότες, εἰ μηκέτι τῶν Μώσεως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μώσεως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατάρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοὐ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν Μώσεως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος. γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ’ ὑπὲρ τῶν μὴ ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μώσεως νόμῳ. ”