Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.21
Not analysed yet
Τί γὰρ οὐκ ἔμελλε γίνεσθαι τὸ τοῦ κόσμου καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὁ δὴ καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀρνίον ἀγόμενον τοῦ θύεσθαι, ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι’ ἡμὰς; ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων “πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἥκουσαν.’