Ancient Greek · ~1 min
10.33 to 10.34
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.33-34
Not analysed yet
ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις ”καὶ πάλιν ‘‘ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή” καὶ αὖθις “θυσία τῷ θεῷ πνεῦμα συντε- τριμμενον.”