Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.6-3
Not analysed yet
διὸ καὶ ἄγγελον αὐτὸν ὁ Ἰακὼβ ἐπὶ τοῦ παρόντος καλεῖ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ φάσκων καθ’ ὕπνον, ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ.” οὐκοῦν ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἠσαίᾳ δὲ τῷ προφήτῃ φήτῃ μεγάλης βουλῆς ἄγγελος, ὁμοῦ δὲ καὶ θεὸς καὶ ἄρχων καὶ ἐξουσιαστὴς προσαγορεύεται, ἐν οἶς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων ‟ὅτι παιδίον ἐγενήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, πατὴρ τοῦ μέλλοντος αἰῶνος.