# Demonstratio Evangelica 11.6-9

Eusebius, Demonstratio Evangelica, 11.6 to 11.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/11.6

ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι’ ὧν φησιν ‟ἐξῆρε δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν. ἐξῆρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν.” Ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς “ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης,” δι’ ὅλης δὲ τῆς ἐρήμου ἐν διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων. ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον, ἀλλ’ ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδε τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσι· κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἶ λέξεις ἄγγελον θεοῦ προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον. λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ’ ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ πρῶτον αἴτιον.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
