Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 12
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 12.1-2
Not analysed yet
‟Εἶπε δὲ ὁ θεὸς Ἰακὼβ, εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον θυσιαστήριον τῷ θεῷ, τῷ ὀφθέντι σοὶ ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὑτοῦ καὶ πᾶσι τοῖς μεθ’ τοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ῾μέρα θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.”