Ancient Greek · ~2 min
12.1 to 12.2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 12.1-3-2
Not analysed yet
‟Καὶ νῦν, κύριε, ὁ θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαβὶδ τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ γῆς, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσι σοι. σοι.” Κεῖται ταῦτα αὐταῖς λέξεσιν καὶ ἐν Παραλειπομέναις. τῷ μὲν οὖν Δαβὶδ ἐπηγγείλατο ὁ θεὸς ἀναστήσειν ἐκ κοιλίας αὐτοῦ βασιλέα, οὗ πατὴρ αὐτὸς ὁ θεὸς ἔσεσθαί φησιν, ὥστε τὸν γεννώμενον ἐκ σπέρματος Δαβὶδ υἱὸν ὀνομασθῆναι θεοῦ, θρόνον τε βασιλείας ἕξειν αἰώνιον.