Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 12
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 12.3
Not analysed yet
φωνήσας γοῦν μέγα καὶ ‟τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα” εἰπὼν ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περιμείνας προσεῖναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα, μᾶλλον δὲ ὑπὸ πόδα χωροῦντα καὶ ἀπογεύγοντα, διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς, καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημέωοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος.