Ancient Greek · ~3 min
12.6 to 12.8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 12.6-8
Not analysed yet
τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν, ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, ἔνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· δευτέραν δὲ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο· πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς, ἀλλὰ αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσοιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρῦξαι.