Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.18
Not analysed yet
καὶ δι’ ἑτέρας δὲ αἰτίας ὁ τοῦ θεοῦ λόγος οὐρανόθεν κατεληλυθέναι τε καὶ ἐπιβεβηκέναι ἐπὶ τὰ ὕψη τῆς γῆς ἤδη πρότερον ἐλέγετο, ὅπως τὰ μὲν πάλαι ἐπαιρόμενα καὶ ὑπερυψούμενα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ὅρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ, αἶ δυνάμεις δηλονότι αἶ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυσσεβείας καὶ εἰδωλολατρίας πράγμασι καταδεδούλωνται,) δεδούλωνται,) οἶ δὲ πονηροὶ δαίμονες, κοιλάδες ἐπικαλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν σωμάτων κοιλώμασιν ἐνδιατρίβειν) ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν, καὶ ἑτέρα δ’ ἂν εἴη παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυραννίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ θεοῦ.