Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.20
Not analysed yet
Τοιαῦτα καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως, ἃ καὶ ὁποίας ἔχεται διανοίας, ὅπως τε καὶ αὐτὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἴληφεν, ἐπὶ σχολῆς ἄν τις καταμάθοι. ἀκολούθως γε μὴν τούτοις ἀρχόμενος ὁ τῆς προφητείας λόγος, ὡς ἂν ἐπὶ σωτηρίᾳ οὐ μόνον τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ γὰρ καὶ τῶν ἐθνῶν ἁπάντων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους καθόδου γενησομένης, τοῖς λαοῖς καὶ τοῖς ἐπὶ τῆς γῆς ἅπασιν ἐπιφωνεῖ, λέγων ‟ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ.”