Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.5-2
Not analysed yet
πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεὸς, ὦφθαί φησι τοῖς πατράσιν ζητήσαι ἄν τις εἰκότως. λυθείη δ’ ἂν τὸ ζητηθὲν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγο- μένου παρὰ τοῖς ἑβδομήκοντα τοῦ "καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, θεὸς αὐτῶν ὤν᾿ ὁ μὲν Ἀκύλας φησὶ "καὶ ὡράθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ·"