Ancient Greek · ~4 min
13.8 to 13.10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.8-10
Not analysed yet
φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τόν σωμάτων ἐπιμιξίας, ἢ πηλοῦσθαι, οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια. ὁ δέ γε ἄυλος καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ δ’ ἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. ταύτῃ τοι καὶ σώματος οὗ δ’ ἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάνθ’ ὅσα ὑπεξίσταται. ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. οὕτω δῆτα καὶ τὸ νεκρὸν τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψάμενον ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, ἕτο, τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν.