Ancient Greek · ~3 min
15.12 to 15.13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.12-2-13
Not analysed yet
ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυ- νάμεων καὶ πνευμάτων ἀγίων ὡς ἂν σύμφυτα καὶ ἀμφιλαφῆ κατάσκια λέγεται. ἀλλ’ ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυρρῷ θεωρεῖται, οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς σαρκὸς, ᾗ ἐπωχήσατο, δηλουμένης· ἐνταῦθα δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται. ὡς γὰρ ἐκ θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡς ἂν ἐκ τῶν θειοτέρων χωρίων ἐπιφοιτήσας, λέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος.” εἶτα ἐξῆς ἐπιλέγει “ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.’