Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.14
Not analysed yet
ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε, μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ’ ὃ ὁ καρπος του φυτοῦ παρίστησι, τὸ πάσης ἀμιγὲς ὑγρὰς ὅλης, φωτὸς αὐξητικὸν, πόνων θεραπευτικὸν, καμάτων ἀπαλλακτικὸν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιὸν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφὴ ‟τοῦ πρόσωπον ἐν ἐλαίῳ.”