Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.17
Not analysed yet
πρῶτός γέ τοι αὐτὸς ὁ Μώσης ἐν ἀπορρήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος, καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετὰς ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτίαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἶ τῶνδ’ ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας.