Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.2-3
Not analysed yet
Ἐπαδούσας δὲ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι “ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται,’ πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησι “κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβῄφην” καὶ τὰ ἐξῆς δι’ δι’ ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δὲ ἂν οὗτος εἴη ὁ πάλαι γνωριξόμενος, ὕστερον δέ ποτε ἐν τῷ ἐγγίζειν τὰ ἔτη γνωσθησόμενος, καὶ κατὰ τὸν προφητευόμενον χρόνον ἀναδειχθησόμενος, ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως ἐπὶ συντελεία τῶν αἰώνων εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς; τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφε σκήνους γένεσιν, καὶ “ὡς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών,” τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας καὶ τὰ κατ’ αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβὼν, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος αὐτὸν θείου πνεύματος μαθὼν, ἐκστῆναι ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.’