Ancient Greek · ~5 min
15.3 to 15.7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.3-7
Not analysed yet
πρῶτα δὲ σκεψώμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγοίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τόν κατὰ τὸν τόπον ζητουμένων. ἄλλος μὲν οὖν ἐγγύθεν καὶ ἐκ τῶν καθ’ ἡμᾶς ἀρξάμενος εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες. ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ’ ἑκάστην ἡμέραν τοῖς ἱερεῦσι χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος, θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύηται. διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ. ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθε- στῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας.