# Demonstratio Evangelica 15.41-44

Eusebius, Demonstratio Evangelica, 15.41 to 15.44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/15.41

διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσι καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθεσταμένη τῷ ἐπὶ πάντων θεῷ. ὁ γοῦν διὰ τοῦ Ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ’ αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος, καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ. δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἠσαίου Χριστὸς οὐχ ὑπ’ ἀνθρώπων γεγονὼς, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας. τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μώσης εἰκόνας καὶ σύμ- βολα ὡς ἐν ἀνθρώποις αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, Χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
