Ancient Greek
15.9 to 15.11
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.9-11
Not analysed yet
μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων καὶ ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρὰς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἷ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κερειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατὸν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ’ ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου. ὅτι δὴ τοῦτ’ αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμὸς φήσας ‟ὅρα ποιήσεις πάντα κατὰ τὸν τόπον τὸν δειχθέντα σοι ἐν τῷ ὅρει.” σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν τὴν διὰ τοῦ μύρου χρῖσιν ἐνομοθέτει.