Ancient Greek · ~2 min
15.9 to 15.10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.9-2-10
Not analysed yet
τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει,” ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ Θαιμάν εἰς τὸν νότον. διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον “ὁ θεὸς ἀπὸ νοτίου ἥξει.” τὸ δὲ ἑξῆς εἰρημένον “καὶ ὁ ἅγιος ἐξ ὅρους κατασκίου, δασέος, ”νοήσεις, παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνὰς ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρὸν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τόν κατασκίων.”