# Demonstratio Evangelica 16.21-26

Eusebius, Demonstratio Evangelica, ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16, lines 16.21-16.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/16.21

Ψαλμοῦ πη΄.
Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται, καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφη- τευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον Ψαλμὸν βασανίζοντες παραστήσομεν ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα.
Ψαλμοῦ ρλα΄.
εἶθ’ ὑποβάς φησιν ‟ ἐκεῖ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”
Κἀνταῦθα περὶ τοῦ ἐκ σπέρματος Δαβὶδ ὄμνυσιν ὁ κύριος, ὅπερ σπἐὸμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων λύχνον φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν, ὡς εἰκὸς, λόγον, τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσι καθ’ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν.
καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παρα- θέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. ‟ ἐκεῖ δὲ (φησὶν) ἐξανατελῶ κέρας,” τὸν τόπον δηλῶν ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
