Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.49
Not analysed yet
ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀνωτάτου θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως ἂν ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν καὶ ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησε ‟πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.”